Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.129.3 | Hdt. 3.130.3 (English) | >>Hdt. 3.131.2 |
3.130.1
σταθέντα δὲ ἐς μέσον εἰρώτα ὁ Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο · ὁ δὲ οὐκ ὑπεδέκετο , ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος ·
3.130.2 κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος , καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον . ὁ δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει , φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι , ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην .
3.130.3 μετὰ δέ , ὥς οἱ ἐπέτρεψε , Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἀπέδεξε , οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι .
3.130.4 δωρέεται δή μιν μετὰ ταῦτα ὁ Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι · ὁ δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει , ὅτι μιν ὑγιέα ἐποίησε . ἡσθεὶς δὲ τῷ ἔπεϊ ὁ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας · παράγοντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέι οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε .
3.130.5 ὑποτύπτουσα δὲ αὐτέων ἑκάστη φιάλῃ τοῦ χρυσοῦ ἐς θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέι δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος ὁ οἰκέτης , τῷ οὔνομα ἦν Σκίτων , ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.129.3 | Hdt. 3.130.3 (English) | >>Hdt. 3.131.2 |